Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.114 Joseph. AJ 5.118 (English) >>Joseph. AJ 5.123

5.116φυλάττειν τε τὴν τοῦ θεοῦ προαίρεσιν οὕτως ἔχουσαν πρὸς αὐτοὺς παρεκάλει καὶ τῇ εὐσεβείᾳ, γε μόνῃ φίλον αὐτοῖς διαμένειν τὸ θεῖον· αὐτῷ γὰρ καλῶς ἔχειν ἀπιέναι μέλλοντι τοῦ ζῆν παραίνεσιν αὐτοῖς τοιαύτην καταλιπεῖν κἀκείνους ἠξίου διὰ μνήμης ποιήσασθαι τὴν παρακέλευσιν. 5.117

Καὶ μὲν τοσαῦτα πρὸς τοὺς παρόντας διαλεχθεὶς τελευτᾷ βιοὺς ἑκατὸν ἔτη καὶ δέκα, ὧν Μωυσεῖ μὲν ἐπὶ διδασκαλίᾳ τῶν χρησίμων συνδιέτριψεν τεσσαράκοντα, στρατηγὸς δὲ μετὰ τὴν ἐκείνου τελευτὴν γίνεται πέντε καὶ εἴκοσιν, 5.118ἀνὴρ δὲ μήτε συνέσεως ὢν ἐνδεὴς μήτε τοῦ τὰ νοηθέντα πρὸς τοὺς πολλοὺς σαφῶς ἐξενεγκεῖν ἄπειρος, ἀλλʼ ἐν ἀμφοτέροις ἄκρος πρός τε τὰ ἔργα καὶ τοὺς κινδύνους εὔψυχος καὶ μεγαλότολμος πρυτανεῦσαί τε τὰ κατὰ τὴν εἰρήνην δεξιώτατος καὶ πρὸς ἅπαντα καιρὸν τὴν ἀρετὴν ἡρμοσμένος. 5.119θάπτεται δὲ ἐν πόλει Θαμνᾶ τῆς Ἐφραίμου φυλῆς. θνήσκει δὲ ὑπʼ αὐτὸν τὸν καιρὸν καὶ Ἐλεάζαρος ἀρχιερεὺς Φινεέσῃ τῷ παιδὶ τὴν ἱερωσύνην καταλιπών, καὶ μνημεῖον αὐτῷ καὶ τάφος ἐν Γαβαθᾶ πόλει τυγχάνει. 5.120

Μετὰ δὲ τὴν τούτων τελευτὴν Φινεέσης προφητεύει κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἐπʼ ἐξωλείᾳ τοῦ Χαναναίων γένους τῇ Ἰούδα φυλῇ παρασχεῖν τὴν ἡγεμονίαν· καὶ γὰρ τῷ λαῷ διὰ σπουδῆς ἦν μαθεῖν τί καὶ τῷ θεῷ δοκεῖ. καὶ προσλαβοῦσα τὴν Σεμεωνίδα, ἐφʼ ᾧτε ἐξαιρεθέντων τῶν ἐκείνης ὑποτελῶν καὶ τοὺς ἐν αὐτῇ τῇ κληρουχίᾳ τοῦτο ποιῶσιν



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.114 Joseph. AJ 5.118 (English) >>Joseph. AJ 5.123

Powered by PhiloLogic